Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε.
  2. [*](B)
  3. μή ποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς.
  1. παρθένον μὴ καταμάνθανε,
  2. μή ποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.
  1. μὴ δῷς πόρναις τὴν ψυχήν σου,
  2. ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.
  1. μὴ περιβλέπου ἐν ῥύμαις πόλεως,
  2. καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.
  1. ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου.
  2. καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον·
  3. (9)ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν,
  4. καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.
  1. μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον,
  2. (13)καὶ μὴ συμβολοκοπήσῃς μετʼ αὐτῆς ἐν οἴνῳ·
  3. μή ποτε ἐκκλίνῃ ἡ ψυχὴ σου ἐπʼ αὐτήν,
  4. καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν.
  1. Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον,
  2. ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ·
  3. (15)οἶνος νέος φίλος νέος·
  4. ἐὰν παλαιωθῇ, μετʼ εὐφροσύνης πίεσαι αὐτόν.
  1. μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ·
  2. οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ.
  1. μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν,
  2. μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσιν.
  1. μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεῦσαι,
  2. καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου·
  3. [*](4 ψαλλουσης] superscr λυριζόυσης Bᵃ | ενδελεχιζε] superscr συνήθιζε Bᵃ | U+05D0ΑC αλως] adnot πιασθεῖς Bᵃ ᵐᵍ 5 σκανδαλισθης] σκανδαλιση (σ 1⁰ ex ε ut rid) σε U+05D0 6 ινα μη απολ. την κλ. σου] ινα μη ατιμαζωνται οι προγονοι σου U+05D0* (hab ινα μη απολ. τῆ κλ. σου U+05D0c.a ) 7 ερημοις] ρυμαις U+05D0* (ερ. U+05D0c.a ) 8 οφθαλμον] + σου U+05D0c.a c.aC | om και 1⁰ C | καταμανθανε καλλος αλλοτριον] ανε καλλος αλλοτρι sup ras Ca | εκ τουτου] pr η C 9 μετα sup ras Aᵃ | συνβολοκοπησης U+05D0 | εν οινω μετ αυτης U+05D0c.a | επ] εις C | ολισθησης] ολισθης U+05D0C ολισθηση Bᵃ ᵛⁱᵈ A | απωλιαν C 10 ενκαταλι- πης U+05D0 εγκαταλειπης A | εφ᾿ ισος B* (apostr non inst Bᵇ) επισος A | εαν] + δε C | μετ] ετ U+05D0* (μ. U+05D0c.a) | ευφροσυνη A 11 τι] τις U+05D0* (ς ras U+05D0?) A 12 om εν U+05D0AC | ευδοκιαις U+05D0C (-κειοις) | δικαιωθωσι C 13 εξουσιας U+05D0* (-σιαν U+05D0c.a ) | φονευσοι] φονευειν BᵃᵇᵍU+05D0AC | υποπτευσης] υποπνευσης C | φοβω U+05D0* (φοβον U+05D0c.a))
    662
    [*](Β)
  4. (19)κἂν προσέλθῃς, μὴ πλημμελήσῃς.
  5. ἵνα μὴ ἀφέληται τὴν ζωήν σου·
  6. (20)ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις,
  7. καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς.
  1. κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον,
  2. καὶ μετὰ σοφῶν συμβουλεύου·
  1. καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου,
  2. καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.
  1. ἄυδρες δίκαιοι ἔσταοσαν σύνδειπνοί σου,
  2. καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου.
  1. ἐν χειρὶ τεχνικῶν ἔργον ἐπαινεσθήσεται,
  2. καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.
  1. φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης,
  2. καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.
  1. Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ,
  2. καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
  1. κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ
  2. αὐτοῦ,
  3. καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες
  4. αὐτὴν.
  1. βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ,
  2. καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
  1. ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς.
  2. καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.
  1. ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός,
  2. καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.