Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους,
- καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
- μὴ πρόσπαιζε ἀπαιδεύτῳ,
- ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
- μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας·
- μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
- μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ,
- καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
- μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ·
- μνήσθητι ὅτι πάντες τελευτῶμεν.
- μὴ παρίδῃς διήγημα σοφῶν,
- καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου·
- (10)ὅτι παρʼ αὐτῶν μαθήσῃ παιδείαν
- καὶ λειτουργῆσαι μεγιστᾶσιν.
- μὴ ἀστόχει διηγήματος γερόντων,
- καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν·
- ὅτι παρʼ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας
- δοῦναι ἀπόκρισιν.
660
[*](B)- μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ,
- μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
- μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ,
- ἵνα μὴ ἐνκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
- μὴ δανίσῃς ἀνθρὠπῳ ἰσχυροτέρῳ σου,
- καὶ ἐὰν δανίσῃς, ὡς ἀπολωλεκὼς γίνου.
- μὴ ἐγγυήσῃ ὑπέρ δύναμίν σου,
- καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε.
- μὴ δικάζου μετὰ κριτοῦ·
- κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
- μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ,
- ἵνα μὴ καταβαρύνηται κατὰ σοῦ· [*](§ C)
- §αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει,
- καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
- μετὰ θυμώδους μὴ ποιήσῃς μάχην,
- καὶ μὴ διαπορεύου μετʼ αὐτοῦ τὴν ἔρημον·
- ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα,
- καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε.
- μετὰ μωροῦ μὴ συμβουλεύου,
- οὐ γὰρ δυνήσεται λόγον στέξαι.
- ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν,
- οὐ γὰρ γινώσκεις τί τέξεται.
- παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν,
- καὶ μὴ ἀναφερέτω σοι χάριν.
- Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου,
- μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν
- μὴ δῷς γυναικὶ τὴν ψυχήν σου,
- ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.
- μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ,
- μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.