Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. υἱέ, μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας,
  2. καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.
  1. μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν,
  2. μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
  1. μὴ δικαιοῦ ἔναντι Κυρίου,
  2. καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
  1. μὴ ζήτει γενέσθαι κριτής.
  2. μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας·
  3. μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου,
  4. καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
  1. μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως,
  2. καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
  1. μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν,
  2. ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
  1. μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται,
  2. καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
  1. μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου,
  2. καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
  1. μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ·
  2. ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
  1. μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου.
  2. μηδέ φίλῳ τὸ ὅμοιον ποίει.
  1. μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος·
  2. ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
  1. μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων,¶
  2. [*](¶C)
  3. καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
  1. μὴ μισήσῃς ἐπίπονον ἐργασίαν
  2. καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
  1. μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·
  1. ταπείνωσον σφόδρα τὴν ψυχήν σου.
  1. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ,
  1. ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ,
[*](2 αδικου] κακου C 3 σπειρης C | αυτας] αυτα U+05D0AC | επταπλασια A U+05D0AC 4 ηγεμονιαν παρα κυ 6 εξισχυσεις] ισχυσεις U+05D0AC (εισχ. ) | εξαραι] pr ε C 8 καταδεσμευσεις C | τη μια] om τη U+05D0A 9 εποψομαι A | θεω] κω U+05D0* (θω U+05D0c.a) | προσδεξεται] ετ sup ras Aᵃ 10 παρειδῃς AC 11 αν- θρωπον οντα] ανουU+05D0 | ανυψων] pr ο U+05D0c.a 12 φιλω] pr επι U+05D0c.a 16 17 μνη- σθητι...χρονιει ante ταπεινωσον...σου U+05D0Α 17 εκδικησεις U+05D0A)
658
[*](Β)
  1. μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου,
  2. μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.