Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς,
  2. καὶ ὑμνήσω ἐν ἐξομολογήσει
  3. καὶ εἰσηκούσθη ἡ δέησίς μου.
  1. ἔσωσας γάρ με ἐξ ἀπωλείας,
  2. καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ·
  3. (17)διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι,
  4. καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
  1. Ἔτι ὢν νεώτερος πρὶν ἢ πλατηθῆναί με,
  2. ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·
  1. ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς,
  2. καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
  1. ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς
  2. (20)εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ·
  3. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι,
  4. ἐκ νεότητός μου ἴχνευον αὐτήν.
  1. ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην.
  2. καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαο·
  1. προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ·
  2. (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
  1. διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν,
  2. καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.
[*](7 ἐμβλέπων] εβλεπον A 8 om και 1°U+05D0* (hab κ U+05D0c.ᵃ) | εξελη] εξαιρη U+05D0A U+05D0 (εξερη) A | εθνων] εχθρων U+05D0A 9 ανυψωσεν U+05D0 | επι] απο U+05D0A | γην] γης BᵃᵇU+05D0Α | ικετειαν Bᵃᵇ | υπερ] απο A | θανατου] αθανατου A 10 κυριου] pr του U+05D0c.ᵃ | εγκαταλειπειν A | υπερηφανων U+05D0A 12 πονηρου] +και εξιλου (sic) μαι A | εξομολογησομαι] +σοι U+05D0A | σοι] σε BᵇU+05D0c.a 13 πλαν| θη- ναι B*ᵛⁱᵈ (πλανη|θ. Bᵇ) 15 ως] εως A | περικαζουσης A* (περκ. A?) | ηυφρανθη A 16 παιδιαν U+05D0A 17 διδοντι] διδοσιν U+05D0* (διδοντι U+05D0c.ᵃ) | om μοι 2⁰ A | δωσω] και U+05D0* (δωσ. U+05D0c.ᵃ) 18 ποιησαι] + με A)
754
[*](Β)
  1. διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ,
  2. καὶ ἐν ποιήσει λιμοῦ διηκριβασάμην·
  3. (2⁶)τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος,
  4. καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα·
  1. τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν,
  2. καρδίαν ἐκτησάμην μετʼ αὐτῶν ἀπʼ ἀρχῆς,
  3. καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν·
  4. διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ.