Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως,
  2. καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.
  1. ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ,
  2. ἐν ἐξόδῳ οἴκου καταπετάσματος·
  1. ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφέλης,
  2. ὡς σελήνη πλήρης ἐν ἡμέραις·
  1. ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου,
  2. καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης·
[*](12 ωκοδομησαν A | οικον B¹U+05D0 πυργον B* incep vid A | om και A | λαον] U+05D0A αον A 13 νεμουσιν (-σι U+05D0*)] Νεεμιου U+05D0c.aA | ημιν] ημων U+05D0 | τειχη] χειλη U+05D0* (τειχ. U+05D0c.a) 14 ουδε εις] ουδεις U+05D0 ουτ incep A* ᵛⁱᵈ επι της γης τοιουτος μος Ενωχ U+05D0A | om γαρ A | ανελημφθη] μετετεθη A 15 ο δε] ουδε ως U+05D0A 6 τη κτισει] om τη U+05D0c.a L. 1 Ιονιου B* U+05D0* (Ονιου BᵇU+05D0c.a sed postea inst U+05D0? ) | ιερευς] pr ο A | υπερραψεν U+05D0* υπεγραψεν Bc.a | ημεραις] pr ταις U+05D0* om ταις U+05D0¹) | τον ναον] om τον U+05D0A 2 bis scr και υπ αυτου εθεμελιωθη U+05D0* unc incl 1⁰ U+05D0c.a) | ιερου] pr υψηλου U+05D0* (om U+05D0¹c.ᵃ) 3 αποδοχιον B* (- χειον ᵃᵇ)] αποδοχεια U+05D0A (·χια) | χαλκος] λακκος A 4 του λαου] το ελεον του λ. U+05D0c.a) | πτωσεως] πτοησεως U+05D0* (πτωσ. Bc.ᵃ) | εμπολιορκησαι Bᵇ A ως] ος A 6 νεφελων U+05D0 7 om και A | φωτιζων BU+05D0)
750
[*](Β)
  1. ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων,
  2. ὡς κρίνα ἐπʼ ἐξόδων ὕδατος,
  3. ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους·
  1. ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου·
  2. (10)ὡς σκεῦος χρυσίου ὁλοσφύρητον
  3. κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ·
  1. ὡς ἐλαία ἀναθάλλουσα καρπούς,
  2. καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις.
  1. ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν
  2. καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος,
  3. ⁽¹²)ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου
  4. ἐδόξασεν περιβολὴν ἁγιάσματος·
  1. ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων,
  2. καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ,
  3. κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν
  4. ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ,
  5. ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
  1. καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν,
  2. ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν
  3. ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ
  1. καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν,
  2. κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,
  1. ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ,
  2. καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς,
  3. (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου
  4. ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.
  1. τότε ἀνέκραγον υἱοὶ Ἀαρών,
  2. ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν,
  3. ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην
  4. εἰς μνημόσυνον ἔναντι Ὑψίστου·
  1. τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν,
  2. καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
  3. [*](U+05D0Α)[*](8 om ως 1⁰ B*(hab Bᵃᵇ ᵐᵍ sinistr) | ως 2⁰] ωσει U+05D0A | εξοδω U+05D0A 9 πυρειου, U+05D0 | ολοφυρητον U+05D0* (ολοσφ.U+05D0c.ᵃ) 9—10 κεκοσμημενον...καρπους] ως ελαια... καρπους κεκοσμημενω (sic)...πολυτελει U+05D0 11 αναλαμβανειν] αναβαλλιν U+05D0* (αναλαμβανιν U+05D0¹) | καυχηματος] καυματος A 12 ιερεων] ορεων U+05D0* (ιερ. U+05D0c.ᵃ) | εστως] εστηκως A | εσχαρας U+05D0* (ς ras U+05D0?) | αυτος 2⁰] αυτου A | κεδρων U+05D0A 13 οι υιοι] om οι U+05D0 | δοξη] pr τη U+05D0 | αυτων 1⁰] αυτου U+05D0* (.των U+05D01) 15 σπονδιου A | οσμην] pr σωτηριου U+05D0c.ᵃ | παμβασιλει BᵇA 16 υιοι] pr οι A 17 κατεσπευσαν Bᵃᵇ U+05D0A)
    751
  4. προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν
  5. [*](B)
  6. Παντοκράτορι θεῷ τῷ ὑψίστῳ·