Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν,
  2. ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος·
  1. καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου
  2. ἐν προσευχῇ κατέναντι Ἐλεήμονος,
  3. ἕως συντελεσθῇ κόσμος Κυρίου
  4. καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
  1. τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ
  2. ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ,
  3. δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ
  4. καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι·
  1. καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν
  2. παρὰ Ὑψίστου.
  1. καὶ νῦν εὐλογήσατε τῷ θεῷ πάντες
  2. τῷ μεγαλοποιοῦντι πάντη,
  3. τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας.
  4. καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ·
  1. δῴη ὑμῖν εὐφροσύνην καρδίας,
  2. καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν
  3. ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,
  1. ἐνπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ,
  2. καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.
  1. ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου,
  2. καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·
  1. οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιείμ,
  2. καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.
  1. Παιδείαν συνέσεως καὶ ἐπιστήμης
  2. [*](17 τω κυριω] τω θω U+05D0c.a om τω A | αυτων] εαυτων om A | τω υψιστω] U+05D0A om τω U+05D0c.ᵃA 18 ψαλμωδοι]| ψαλτωδοι A | οικω] ηχω U+05D0c.a | εγλυκανθη] εμελυνθη U+05D0* εμεγαλυνθη U+05D0c.aA 19 ο λαος] om ο B* (hab ο U+05D0c.ᵃ) | συνε- τελεσθη U+05D0¹ | κοσμος] pr ο U+05D0 | ετελειωσαν] ελιτουργησαν U+05D0* (ετελιωσαν U+05D0c.a) 20 om καταβας A | χειρα A | om πασαν A | υιω A | Κυριω] κυ U+05D0 | καυχα- σθαι]| καυχησασθαι U+05D0A 21 εν] επι A | προσκυνησει] + κυ U+05D0c.a 22 παντες] παντων U+05D0Α | μεγαλοποιουντι] μεγαλα ποιουντι U+05D0A 23 υμιν] ημιν U+05D0 | καρδιαν U+05D0* (.διας U+05D0c.ᵃ) | ημων] pr νεων U+05D0* (om νεων U+05D0c.a) | Ισραηλ] pr τω U+05D0c.a | του αιωνος] του αιω sup ras B1 fort 24 εμπιστευσαι BᵇA 26 Σαμαριας U+05D0A | Φυλιστιειμ| pr και A | ο λαος] om ο | μωρος]| pr ο U+05D0A 27 παιδιαν U+05D0A)
    752
    [*](Β)
  3. ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ,
  4. Ἰησοῦς υἱὸς Σειρὰχ Ἐλεαζὰρ ὁ Ἰεροσολυμείτης.
  5. ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ.
  1. μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται,
  2. καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·
  1. ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει·
  2. ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ.
  3. (¹)Προσευχὴ Ἰησοῦ υἱοῦ Σειράχ·
  1. Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ,
  2. καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,
  3. (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·
  1. ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι,
  2. (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας
  3. καὶ ἐκ παγίδος διαβολῆς γλώσσης,
  4. ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος,
  5. καὶ ἔναντι τῶν παρεστηκότων