Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου,
  2. καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
  1. μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι
  2. ἐν ἐπιθυμίαις καρδίας σου·
  1. καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
  2. ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.
  1. μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ;
  2. ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
  1. περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου.
  2. προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·
  1. καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς,
  2. τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
  3. (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
  4. καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·
  1. μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον,
  2. καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
  3. (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου.
  4. καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
  1. μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
  2. οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς
  1. μὴ λίκμα ἐν παντὶ ἀνέμῳ,
  2. καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
  3. οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
  1. ἵσθι ἐστηριγμένος ἐν συνέσει σου,
  2. καὶ εἷς ἔστω σου ὁ λόγος.
  1. γίνου ταχὺς ἐν ἀκροάσει σου,
  2. καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.