Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
- καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
- μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου,
- (27)καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
- μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας·
- ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία,
- καὶ παιδεία ἐν ῥήματι γλώσσης.
- μὴ ἀντίλεγε τῆ ἀληθεία,
- καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπητι·
- μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου,
- (32)καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
- καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ,
- καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
- ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας,
- καὶ Κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σοῦ.
- μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου,
- καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
- μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου,
- καὶ φαντασιοκοπῶυ ἐν τοῖς οἰκέταις σου.
653
- μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν,
- καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.