Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ,
- καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
- κατεύθυνεν πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ,
- ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.
- παρέξ Δαυεὶδ καὶ Ἐζεκίου καὶ Ἰωσείου
- πάντες πλημμελίαν ἐπλημμέλησαν·
- (6) κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου,
- οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον.
- ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις
- καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ·
- ἐνεπύρισεν ἐκλεκτὴν πόλιν ἁγιάσματος,
- καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
- ἐν χειρὶ Ἰερεμίου· ἐκάκωσαν γὰρ αὐτόν,
- καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης,
- ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν,
- ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
- Ἰεζεκιήλ, ὃς εἶδεν ὅρασιν δόξης
- ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἄρματος χερουβείμ·
- καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ,
- καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
- καὶ τῶν ιβʼ προφητῶν τὰ ὀστᾶ
- ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν.
- παρεκάλεσεν δὲ τὸν Ἰακώβ,
- καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.
- πῶς μεγαλύνωμεν τὸν Ζοροβαβέλ ;
- καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός.
- οὕτως Ἰησοῦς υἱὸς ¶ Ἰωσεδὲκ· [*](U+05D0AC)[*](XLIX 1 Ιωσιου (item 4) BᵇAC | εσκευασμενου U+05D0 | εογον A | μυρεψου] μυρεμου A 2 κατηυθυνθη U+05D0A | λαου] αυτου U+05D0* (λαου U+05D0c.a) 3 καρδιαν]8 οδον A 4 πλημμελειαν BᵃᵇC πλημμελεια A | κατελειπον A hiat C εξελειπον AC (ιεξ]ελ.) 6 ενεπυρισαν U+05D0A | Ιηρεμιου A 7 κατα φυτευειν] φυτευειν U+05D0* (καταφ. U+05D0c.ᵃ) 8 ιδεν A | χερουβειν U+05D0A 9 οδους pr τας U+05D0* (om τας U+05D0c.ᵃ) 10 ιβ] δωδεκα A | παρεκαλεσαν A | δε] γα U+05D0c.ᵃA | ελυτρωσαντο A 11 μεγαλυνομεν U+05D0 | ωσφραγις B* (ως σφρ. Bat 13 ουτος U+05D0 | Ιως... C)
- οἳ ἐν ἡμέραις αὐτῶν οἰκοδόμησαν οἶκον
- καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ
- ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
749
- καὶ νέμουσιν ἐπὶ πολὺ τὸ μνημόσυνον
- τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα,
- καὶ στήσαντος πύλας καὶ μοχλούς,
- καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
- οὐδὲ εἶς ἐκτίσθη οἷος Ἑνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς.
- καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τῆς γῆς·
- ὁ δὲ Ἰωσὴφ ἐγενήθη ἀνήρ.
- ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ,
- (18)καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
- Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν,
- καὶ ὑπέρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.
- Σίμων Ὀνίου υἱὸς ἱερεὺς ὁ μέγας,
- ὃς ἐν ζωῇ αὐτοῦ ὑπέραψεν οἶκον,
- καὶ ἐυ ἡμέραις αὐτοῦ ἐστερέωσεν τὸν ναόν·
- καὶ ὑπʼ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς,
- ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ·
- ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων,
- χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον·
- ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως,
- καὶ ἐνισχύσας πόλιν ἐνπολιορκῆσαι.
- ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ,
- ἐν ἐξόδῳ οἴκου καταπετάσματος·