Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀκούων ἐν Σεινὰ ἐλεγμὸν
- καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
- ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα,
- καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
- ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς
- ἐν ἄρματι ἵππαων πυρίνων·
- ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς,
- κοπάσαι ὀργὴν πρὸ θυμοῦ
- καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
- καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
- §¹¹μακάριοι οἱ ἰδόντες σε
- καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι,
- (12)καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
- Ἠλείας ὃς ἐν λαίλαπι ἐσκεπάσθη·
- καὶ Ἐλεισαῖε ἐνεπλήσθη πνεύματος αὐτοῦ,
- καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος,
- καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
- πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν,
- καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·
- καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα,
- καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
- ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαός,
- καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν,
- ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν
- καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, [*](U+05D0AC)[*](4 καυχασθαι] καυχησεται U+05D0A 6 απωλειαν BᵃᵇU+05D0 A 7 Σινα BᵇA 8 μετ αυτον sup ras Bᵃᵇ 9 λαολαπι] λαμπαδι A | ιππων] incep π U+05D0* (improb π U+05D0¹) 10 εν ελεγμοις] εν ελλεγμουις U+05D0* (improb ι U+05D0¹ postea ras U+05D0?) ελεγμος A | om εις U+05D0* (hab U+05D0c.ᵃ) | om και 1⁰ U+05D0A 11 ιδοντες] ειδοτες U+05D0C | αγαπησει] αγαπη U+05D0 αγαπησι σου U+05D0c.ᵃ | ζωης U+05D0* (ζωη U+05D0¹) A 12 Ηλιας BᵇA | Ελισαιε BᵇU+05D0AC (Ελισ|αιε]) | ενεπλησθη] επλησθη A | αυτου 1⁰] αγιου A | ου κατεδυναστευσεν] ουκ εδυναστευσεν U+05D0 13 ουχ] κυ U+05D0 14 ζωη], pr τη C | τελευη] pr τη C 15 των α|αμαρτιων B* (των| αμ. Bᵇ) | αμαρ- τιων] + αυτων U+05D0 | της γης] om της U+05D0Α | εσκορπισθησαν] διεσκορπισθησαν A)
- (17) καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, [*](B)
- καὶ ἄρχων τῷ οἴκῳ Δαυείδ.
747
- τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
- τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
- Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ,
- καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ·
- ὤρυξεν σιδήρῳ ἀκρότομον,
- καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
- ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ
- καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν·
- καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών,
- καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
- τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
- καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
- καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα,
- ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
- καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν,
- (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·
- ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων,
- καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
- ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ,
- καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ,
- ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης
- ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
- ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
- καὶ προσέθηκεν ζωὴν βασιλεῖ·
- πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα,
- καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών·
- ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
- καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.
748
[*](B)- μνημόσυνον Ἰωσείου εἰς σύνθεσιν θυμιάματος,
- ἐσκευασμένον ἔργῳ μυρεψοῦ·
- (2) ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται,
- καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.