Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς,
  2. κοπάσαι ὀργὴν πρὸ θυμοῦ
  3. καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
  4. καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
[*](§ C)
  1. §¹¹μακάριοι οἱ ἰδόντες σε
  2. καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι,
  3. (12)καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
  1. Ἠλείας ὃς ἐν λαίλαπι ἐσκεπάσθη·
  2. καὶ Ἐλεισαῖε ἐνεπλήσθη πνεύματος αὐτοῦ,
  3. καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος,
  4. καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
  1. πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν,
  2. καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·
  1. καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα,
  2. καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
  1. ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαός,
  2. καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν,
  3. ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν
  4. καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ,
  5. [*](U+05D0AC)[*](4 καυχασθαι] καυχησεται U+05D0A 6 απωλειαν BᵃᵇU+05D0 A 7 Σινα BᵇA 8 μετ αυτον sup ras Bᵃᵇ 9 λαολαπι] λαμπαδι A | ιππων] incep π U+05D0* (improb π U+05D0¹) 10 εν ελεγμοις] εν ελλεγμουις U+05D0* (improb ι U+05D0¹ postea ras U+05D0?) ελεγμος A | om εις U+05D0* (hab U+05D0c.ᵃ) | om και 1⁰ U+05D0A 11 ιδοντες] ειδοτες U+05D0C | αγαπησει] αγαπη U+05D0 αγαπησι σου U+05D0c.ᵃ | ζωης U+05D0* (ζωη U+05D0¹) A 12 Ηλιας BᵇA | Ελισαιε BᵇU+05D0AC (Ελισ|αιε]) | ενεπλησθη] επλησθη A | αυτου 1⁰] αγιου A | ου κατεδυναστευσεν] ουκ εδυναστευσεν U+05D0 13 ουχ] κυ U+05D0 14 ζωη], pr τη C | τελευη] pr τη C 15 των α|αμαρτιων B* (των| αμ. Bᵇ) | αμαρ- τιων] + αυτων U+05D0 | της γης] om της U+05D0Α | εσκορπισθησαν] διεσκορπισθησαν A)
    747
  6. (17) καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός,
  7. [*](B)
  8. καὶ ἄρχων τῷ οἴκῳ Δαυείδ.
  1. τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
  2. τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
  1. Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ,
  2. καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ·
  3. ὤρυξεν σιδήρῳ ἀκρότομον,
  4. καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
  1. ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ
  2. καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν·
  3. καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών,
  4. καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
  1. τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
  2. καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
  1. καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα,
  2. ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
  3. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν,
  4. (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·
  1. ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων,
  2. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
  1. ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ,
  2. καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ,
  3. ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης
  4. ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
  1. ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
  2. καὶ προσέθηκεν ζωὴν βασιλεῖ·
  1. πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα,
  2. καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών·
  1. ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
  2. καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.