Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. παρανέκλινας τὰς λαγόνας σου γυναιξίν,
  2. [*](B)
  3. καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·
  1. ἔδωκας μῶμον ἐν τῆ δόξῃ σου,
  2. καὶ ἐβεβήλωσας τὸ σπέρμα σου,
  3. ἐπαγαγεῖν ἀργὴν ἐπὶ τὰ τέκνα σου,
  4. καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,
  1. γενέσθαι δίχα τυραννίδα
  2. καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
  1. ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ,
  2. καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ,
  3. οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα,
  4. καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
  5. (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα.
  6. καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.
  1. καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων,
  2. (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
  3. λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει
  4. Ῥοβοάμœ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ,
  5. [*](¶ C)
  6. (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
  7. καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
  1. καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα,
  2. ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
  1. καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
  2. ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.
  1. καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ,
  2. καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
  1. ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμόν,
  2. καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
  1. ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν,
  2. κατήγαγεν οὕτως τρὶς πῦρ.
  1. ὡς ἐδοξάσθης, Ἠλεία, ἐν τοῖς θαυμασίοις σου·
  2. [*](19 παρεκλινας U+05D0 20 om εν U+05D0 21 τυραννιδος U+05D0c.ᵃ | Αιφραιμ U+05D0* U+05D0AC (Εφρ. U+05D0c.ᵃ) A | αρξας U+05D0 22 καταλιπη] εγκαταλειπη A | διαφθειρη U+05D0c.a (διαφθιρ.) A | εξαλιψει C | σπερμα] pr το A | Ιακωβ] + ος U+05D0* (om ος U+05D0c.ᵃ) καταλειμμα Bᵃᵇ 23 Σολομων U+05D0 | πατερων] + αυτου U+05D0A | κατελειπεν A | μετ] μεθ A | ελαττουμενον | Ροβοαμ] Ροβ΄ ... C | om ος 1⁰ U+05D0* (hab U+05D0c.ᵃ) λαον] pr τον A | υιος U+05D0 24 της γης] om της U+05D0 25 εως] ως A XIVIII 1 Ηλειας U+05D0 2 ολιγοποιησεν U+05D0A 3 om ουτως U+05D0c.a Ηλια BᵇA | τοις θαυμασιοις] om τοις U+05D0A)
    746
    [*](B)
  3. καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
  1. ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου
  2. καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·
  1. ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν
  2. καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
  1. ἀκούων ἐν Σεινὰ ἐλεγμὸν
  2. καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
  1. ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα,
  2. καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
  1. ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς
  2. ἐν ἄρματι ἵππαων πυρίνων·