Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν,
  2. καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου
  3. ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.
  1. ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν,
  2. καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους
  3. ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
  1. ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν
  2. ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης·
  3. [*](19 om και 3⁰ C | ειληφα B*ᵇAC (.. λιφα)] ειληφεν BᵃᵇU+05D0c.a 20 επρο- U+05D0AC φητευσεν U+05D0AC | om και 2⁰ U+05D0* (hab U+05D0¹⁽ᵐᵍ sinistr) | υπεδειξεν] επε[δεξ ]εν C | την φωνην] om την A | προφητεια (-τια C)] προφητειαις ( | εξαλιψει U+05D0 XLVII 1 τουτον] τουτο C | Ναθαν] Δαθαν A (Ναθ. Aᵇ) | Δαυειδ] Δαδ U+05D0* (Δαδ U+05D0c.ᵃ) 2 των υιων] om των U+05D0AC 3 επαιξεν Bᵃᵇ U+05D0AC επαισεν C | και] seq λ in U+05D0* (improb λ U+05D0¹ c.ᵃ) | εναρκεις U+05D0* (εν αρκοις U+05D0c.ᵃ) | αρνασιν A | 4 χειρας A | κατεβαλεν U+05D0C | Γολιαδ C 5 om γαρ C | ανθρωπον] + δυνα- τον BᵃᵇU+05D0 AC | ανυψωσαι U+05D0AC 6 ηνεσεν] ηρεσεν U+05D0* ηνεσαν U+05D0c.a 7 εχθρους] + σου U+05D0* (improb σου U+05D0c.ᵃ) | αυτων] αυτω C | κερας] κεραξ C 8 υψιστου U+05D0 | ρηματα C)
    744
    [*](Β)
  4. (10)ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν
  5. καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
  1. καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου,
  2. καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·
  1. εἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν,
  2. καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας,
  3. ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ
  4. καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα.
  1. Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ,
  2. καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ,
  3. καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
  4. καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.
  1. μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων,
  2. καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
  1. Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
  2. ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν,
  3. ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ
  4. καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
  1. ὡς ἐσοφίσθης ἐν νεότητί σου,
  2. (¹6)καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.
  1. γῆν ἐπεκάλυψεν ἡ ψυχὴ σου,
  2. (17)καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·
  1. εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, 
  2. καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·
  1. ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς
  2. καὶ ἐν ἐρμηνίᾳ ἀπεθαύμασάν σε χῶραι·
  1. ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ,
  2. τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ,
  3. (20) δσυνήγαγες ὡς κασσίτερον τὸ χρυσίον,
  4. καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.
[*](U+05D0AC)[*](8 υμνησιν U+05D0 | ηγαπησε C 9 ψαλμωδους U+05D0 | του θυσιαστηριου] om του U+05D0AC | ηχου Bᵇ 10 om εν 1⁰ U+05D0 | ορταις B* (εορτ. Bᵇ) | ευπρεπιαν U+05D0C | συντελιας C | το αγιον ονομα] το ονομα το αγιον C | αυτου] σου U+05D0 πρωι] πρωιας U+05D0AC + φωνη U+05D0c.a 11 Κυριος] κς B*ᵇ χς Bᵃ 12 μετα] pr και C | om και δι αυτον...πλατυσμω C | κατελυσεν] κατεπαυσεν U+05D0 13 Σο- λομων U+05D0A | ω ο θεος] ως θς U+05D0* (ω ο θη U+05D0c.ᵃ) 14 ενεπλησθης] εσοφισθη C* (-θης Cᵃ) 15 ενεπλησαν C 16 ηγαπηθης] π inst (antea vitio laborasse vid) U+05D0? 17 εν 1⁰] pr και AC | ερμηνια (-νεια Bᵃᵇ)] ερμηνιαις U+05D0C ερημιαις A | επεθαυμασαν A 18 om θεου 2⁰ C*vid | κασιτερον C | μολιβδον C)
745
  1. παρανέκλινας τὰς λαγόνας σου γυναιξίν,
  2. [*](B)
  3. καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·
  1. ἔδωκας μῶμον ἐν τῆ δόξῃ σου,
  2. καὶ ἐβεβήλωσας τὸ σπέρμα σου,
  3. ἐπαγαγεῖν ἀργὴν ἐπὶ τὰ τέκνα σου,
  4. καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,
  1. γενέσθαι δίχα τυραννίδα
  2. καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
  1. ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ,
  2. καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ,
  3. οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα,
  4. καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
  5. (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα.
  6. καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.
  1. καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων,
  2. (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
  3. λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει
  4. Ῥοβοάμœ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ,
  5. [*](¶ C)
  6. (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
  7. καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
  1. καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα,
  2. ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
  1. καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
  2. ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.