Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
  2. καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
  3. (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
  4. ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
  5. καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
  1. καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος,
  2. αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή,
  3. ἀντιστῆναι ἔναντι ἐχθροῦ,
  4. κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
  5. καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
  1. καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν
  2. [*](26 δοιη U+05D0* (δωη U+05D0c.ᵃ) A | γενεαν U+05D0A XLVI 1 πολεμω XAC | Ναυη] U+05D0AC ο Ν. U+05D0* (ο του Ν.  U+05D0c.ᵃ) υιος Ν. A | Μωυση  U+05D0 | προφητειας Bedit) | κληρονο- μηση] κατακληρονομηση  U+05D0A 2 τω εκκλιναι] τω εκτιναι  U+05D0* εν τω εκτειναι  U+05D0c.ᵃ (εκτιν.) A | πολις  U+05D0* (.λεις  U+05D0c.a vid) c.c) 3 προτερος U+05D0A | πολεμους U+05D0c.ᵃ | Κυριος] κυ U+05D0c.ᵃA | απηγαγε | A 4 ανεποδισεν] ενεποδισεν U+05D0* (ανεπ. U+05D0c.ᵃ) ενεποδισθη A 5 υψιστον] pr κν U+05D0 | αυτων] αυτου U+05D0A | om εν 2⁰ U+05D0A 6 αυτων] om U+05D0* αυτου U+05D0c.a A 7 Μωσεως A | αυτος] ουτος U+05D0 | om εχθρου U+05D0* (hab U+05D0c.a))
    742
    [*](B)
  3. ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν,
  4. εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν,
  5. εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
  1. καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν.
  2. καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
  3. ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς.
  4. καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·
  1. ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ἰσραὴλ
  2. ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.
  1. καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
  2. ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
  3. καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου,
  4. εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
  1. τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν,
  2. ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
  3. ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.
  1. ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ
  2. προφήτης Κυρίου κατέστησεν βασιλέα,
  3. καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
  1. ἐν νόμῳ Κυρίου ἔκρινεν συναγωγήν,
  2. καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.
  1. ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, 
  2. (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
  1. καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην,
  2. ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν,
  3. ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
  1. καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος,
  2. καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτοῦ,
  1. καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων
  2. καὶ πάντας ἄρχοντας Φυλιστιείμ.
  1. καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος
  2. ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ
  3. [*](U+05D0AC)[*](8 εισαγειν A 9 υψος] pr το U+05D0A? (pr του A*) C | κατεσχεν] και την A | 10 ιδωσι U+05D0 | το πορευεσθαι (incep πορι U+05D0* πορευ. U+05D01 c.a)] om το U+05D0 11 εκα- στος U+05D0c.ᵃA] εκαστω BU+05D0* 12 τα οστα] pr και U+05D0 | αντικαταλλασσομενον] αντικαταλλαξοι ξενον U+05D0* (αντικαταλλασσ. U+05D0c.a) 13 αυτου 1⁰] + Σαμουηλ U+05D0AC | βασιλεα] βασιλειαν U+05D0AC 15 πιστει 2⁰] ρημασν U+05D0AC 16 επε- | καλεσα U+05D0* (-σατο U+05D0c.ᵃ) | αυτου εχθρους U+05D0* (εχθρ. αυτου U+05D0c. ᵃ) 17 Κυριος] | pr ο U+05D0 18 Τυρων U+05D0* (-ριων U+05D0c.ᵃ) 19 χριστου] +αυτου U+05D0c.ᵃ)
    743
  4. Χρήματα καὶ ἕως ὑποδημάτων
  5. [*](B)
  6. ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·Β
  7. καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
  1. καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν
  2. καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ,
  3. καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ
  4. ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
  1. καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν
  2. προφητεύειν ἐν ἡμέραις Δαυείδ.
  1. ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου,
  2. οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
  1. ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις,
  2. καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.
  1. ἐν νεότητι αὐτοῦ (⁴)οὐχὶ ἀπέκτεινεν γίγαντα,
  2. καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ
  3. (5)ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης
  4. καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ ;
  1. ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον,
  2. καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος,
  3. ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ·
  4. ἀνυψώσει κέρας λαοῦ αὐτοῦ.