Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὡς ἐσοφίσθης ἐν νεότητί σου,
- (¹6)καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.
- γῆν ἐπεκάλυψεν ἡ ψυχὴ σου,
- (17)καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων·
- εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου,
- καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου·
- ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς
- καὶ ἐν ἐρμηνίᾳ ἀπεθαύμασάν σε χῶραι·
- ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ,
- τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ,
- (20) δσυνήγαγες ὡς κασσίτερον τὸ χρυσίον,
- καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.
745
- παρανέκλινας τὰς λαγόνας σου γυναιξίν, [*](B)
- καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου·
- ἔδωκας μῶμον ἐν τῆ δόξῃ σου,
- καὶ ἐβεβήλωσας τὸ σπέρμα σου,
- ἐπαγαγεῖν ἀργὴν ἐπὶ τὰ τέκνα σου,
- καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,
- γενέσθαι δίχα τυραννίδα
- καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ.
- ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ,
- καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ,
- οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα,
- καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
- (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα.
- καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.
- καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων,
- (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ
- λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει
- Ῥοβοάμ, ¶ ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, [*](¶ C)
- (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
- καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
- καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα,
- ⁽³⁰)ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν·
- καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν,
- ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.
- καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ,
- καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
- ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμόν,
- καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·