Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν
- καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ,
- καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ
- ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
- καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν
- προφητεύειν ἐν ἡμέραις Δαυείδ.
- ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου,
- οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
- ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις,
- καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.
- ἐν νεότητι αὐτοῦ (⁴)οὐχὶ ἀπέκτεινεν γίγαντα,
- καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ
- (5)ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης
- καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ ;
- ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον,
- καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος,
- ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ·
- ἀνυψώσει κέρας λαοῦ αὐτοῦ.
- οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν,
- καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου
- ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.
- ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν,
- καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους
- ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
- ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν
- ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης· [*](19 om και 3⁰ C | ειληφα B*ᵇAC (.. λιφα)] ειληφεν BᵃᵇU+05D0c.a 20 επρο- U+05D0AC φητευσεν U+05D0AC | om και 2⁰ U+05D0* (hab U+05D0¹⁽ᵐᵍ sinistr) | υπεδειξεν] επε[δεξ ]εν C | την φωνην] om την A | προφητεια (-τια C)] προφητειαις ( | εξαλιψει U+05D0 XLVII 1 τουτον] τουτο C | Ναθαν] Δαθαν A (Ναθ. Aᵇ) | Δαυειδ] Δαδ U+05D0* (Δαδ U+05D0c.ᵃ) 2 των υιων] om των U+05D0AC 3 επαιξεν Bᵃᵇ U+05D0AC επαισεν C | και] seq λ in U+05D0* (improb λ U+05D0¹ c.ᵃ) | εναρκεις U+05D0* (εν αρκοις U+05D0c.ᵃ) | αρνασιν A | 4 χειρας A | κατεβαλεν U+05D0C | Γολιαδ C 5 om γαρ C | ανθρωπον] + δυνα- τον BᵃᵇU+05D0 AC | ανυψωσαι U+05D0AC 6 ηνεσεν] ηρεσεν U+05D0* ηνεσαν U+05D0c.a 7 εχθρους] + σου U+05D0* (improb σου U+05D0c.ᵃ) | αυτων] αυτω C | κερας] κεραξ C 8 υψιστου U+05D0 | ρηματα C)
- (10)ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν
- καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
744
[*](Β)- καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου,
- καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη·
- εἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν,
- καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας,
- ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ
- καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα.
- Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ,
- καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ,
- καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων
- καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.
- μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων,
- καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ·
- Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης,
- ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν,
- ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ
- καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.