Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
- καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
- ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
- ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν
- καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος
- ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
- κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
- καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
- (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
- ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
- καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
- καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος,
- αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή,
- ἀντιστῆναι ἔναντι ἐχθροῦ,
- κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
- καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
- καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν [*](26 δοιη U+05D0* (δωη U+05D0c.ᵃ) A | γενεαν U+05D0A XLVI 1 πολεμω XAC | Ναυη] U+05D0AC ο Ν. U+05D0* (ο του Ν. U+05D0c.ᵃ) υιος Ν. A | Μωυση U+05D0 | προφητειας Bedit) | κληρονο- μηση] κατακληρονομηση U+05D0A 2 τω εκκλιναι] τω εκτιναι U+05D0* εν τω εκτειναι U+05D0c.ᵃ (εκτιν.) A | πολις U+05D0* (.λεις U+05D0c.a vid) c.c) 3 προτερος U+05D0A | πολεμους U+05D0c.ᵃ | Κυριος] κυ U+05D0c.ᵃA | απηγαγε | A 4 ανεποδισεν] ενεποδισεν U+05D0* (ανεπ. U+05D0c.ᵃ) ενεποδισθη A 5 υψιστον] pr κν U+05D0 | αυτων] αυτου U+05D0A | om εν 2⁰ U+05D0A 6 αυτων] om U+05D0* αυτου U+05D0c.a A 7 Μωσεως A | αυτος] ουτος U+05D0 | om εχθρου U+05D0* (hab U+05D0c.a))
- ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν,
- εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν,
- εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
742
[*](B)- καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν.
- καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
- ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς.
- καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·
- ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ἰσραὴλ
- ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.
- καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
- ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
- καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου,
- εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
- τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν,
- ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον
- ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.
- ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ
- προφήτης Κυρίου κατέστησεν βασιλέα,
- καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
- ἐν νόμῳ Κυρίου ἔκρινεν συναγωγήν,
- καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.
- ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης,
- (18)καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.
- καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην,
- ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν,
- ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·