Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ,
- ἐξουσίαν ἐν διαθήκαις κριμάτων, [*](10 στολη] στηλη U+05D0 | εργω A | λογιω] λογοι U+05D0 | αληθιας U+05D0 11 πολυ- U+05D0Α τελεσι A | εν δεσει] ειδεσι U+05D0* (εν δ. U+05D0c.ᵃ) | εργων] εργω U+05D0Α | μνημοσυνη U+05D0* | (-νον U+05D0¹) | κατ] κατα U+05D0 | φυλων] φυλασσων U+05D0* (-λων U+05D0c.ᵃ) 13 om ου U+05D0* (hab U+05D0c.ᵃ) | εως] pr κ U+05D0c.a | ενεδυσατο] + αυτα U+05D0c.ᵃ 14 θυσιαι U+05D0A | αυτου] αυτων U+05D0 15 Μωσης A | χειρας] +αυτου U+05D0c.ᵃ | αιωνιον] αιωνος U+05D0 | om εν 2⁰ U+05D0A | ονοματι] + αυτου U+05D0c.a 16 εξελεξαντο U+05D0* (-ξατο U+05D0c.ᵇ) | καρπω- σιν] καρπωμα U+05D0 | ευωδια A | om σου U+05D0* (hab U+05D0c. ᵇ) 17 αυτον] αυτω | U+05D0A | εν εντολαις] εντολας U+05D0 εν ταις εντ. A)
- διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια,
- καὶ ἐν νόμῳ αὐτοῦ φονῆσαι Ἰσραήλ.
740
[*](Β)- ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι
- καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ,
- ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν
- καὶ ἡ συναγωγὴ Κόρε ἐν θυμῷ καὶ ὀργῇ·
- εἶδεν Κύριος καὶ οὐκ εὐδόκησεν,
- καὶ συνετελέσθησαυ ἐν θυμῷ ὀργῆς·
- (24)ἐποίησεν αὐτοῖς τέρατα,
- καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ,
- καὶ προσέθηκεν Ἀαρὼν δόξαν,
- καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·
- ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς,
- (²⁶)ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·
- καὶ γὰρ θυσίας Κυρίου φάγονται,
- ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
- πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει,
- καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ,
- αὐτὸς γὰρ μερίς σου, κληρονομία.
- καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ τρίτος εἰς δόξαν,
- ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου
- (⁽29)καὶ στῆσαι αὑτὸν ἐν τροπῇ λαοῦ
- ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ·
- καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.
- διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης,
- προστάτην ἀγίων καὶ λαῷ αὐτοῦ, [*](§ C)
- §ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ
- ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
- καὶ διαθήκην τῷ Δαυεὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα,
- κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου,
- κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
741
- δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, [*](B)
- κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ,
- ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν,
- καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
- κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ,
- καὶ διάδοχος Μωσῇ ἐν προφητείαις,
- ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
- (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,
- ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
- ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
- ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
- καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις.
- τίς πρότερον αὐτοῦ οὕτως ἔστη;
- τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.