Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ,
  2. καὶ διάδοχος Μωσῇ ἐν προφητείαις,
  3. ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
  4. (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,
  5. ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
  6. ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
  1. ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
  2. καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις.
  1. τίς πρότερον αὐτοῦ οὕτως ἔστη;
  2. τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.
  1. οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
  2. καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
  1. ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
  2. ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν
  3. καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος
  4. ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
  1. κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
  2. καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
  3. (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
  4. ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
  5. καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.