Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι
  2. καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ,
  3. ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν
  4. καὶ ἡ συναγωγὴ Κόρε ἐν θυμῷ καὶ ὀργῇ·
  1. εἶδεν Κύριος καὶ οὐκ εὐδόκησεν,
  2. καὶ συνετελέσθησαυ ἐν θυμῷ ὀργῆς·
  3. (24)ἐποίησεν αὐτοῖς τέρατα,
  4. καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ,
  1. καὶ προσέθηκεν Ἀαρὼν δόξαν,
  2. καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·
  3. ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς,
  4. (²⁶)ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·
  1. καὶ γὰρ θυσίας Κυρίου φάγονται,
  2. ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
  1. πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει,
  2. καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ,
  3. αὐτὸς γὰρ μερίς σου, κληρονομία.
  1. καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ τρίτος εἰς δόξαν,
  2. ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου
  3. (⁽29)καὶ στῆσαι αὑτὸν ἐν τροπῇ λαοῦ
  4. ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ·
  5. καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.
  1. διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης,
  2. προστάτην ἀγίων καὶ λαῷ αὐτοῦ,
  3. [*](§ C)
  4. §ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ
  5. ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
  1. καὶ διαθήκην τῷ Δαυεὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα,
  2. κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου,
  3. κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
[*](U+05D0A)[*](17 τα μαρτυρια] + αυτου U+05D0c.a μαρτυριαν A | φωνησαι] φωτισαι A | Ισραηλ] pr τον U+05D0c.aA 19 ιδεν A | ηυδοκηαεν A | αυτοις] pr εν U+05D0 | αυτου] αυτους U+05D0Α 20 αυτοις] αυτω U+05D0A | αρτον] αρτος U+05D0c.a (postea ipse revoc -τον) | πρωτοις] πρωτον γενηματος U+05D0* (πρωτοις U+05D0c.ᵃ) | πλησμονηκ] εν πλησμονη U+05D0Α 21 om τε U+05D0* (hab U+05D0c.ᵃ) 22 κληρονομια] pr και U+05D0c.ᵃA 23 στησαι] στηναι A 24 λαου U+05D0c.a 25 τω Δαυειδ] om τω U+05D0 | υιω] μων (nisi fort υιω κ) U+05D0* υιω Ιεσσαι U+05D0c.ᵃ c.c A | εξ υιου] εξ Ιουδα U+05D0c.ᵃvid | Ααρων] αυ. των U+05D0 αυτω A)
741
  1. δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν,
  2. [*](B)
  3. κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ,
  4. ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν,
  5. καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
  1. κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ,
  2. καὶ διάδοχος Μωσῇ ἐν προφητείαις,
  3. ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ
  4. (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,
  5. ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς,
  6. ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
  1. ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ
  2. καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις.
  1. τίς πρότερον αὐτοῦ οὕτως ἔστη;
  2. τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.
  1. οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος,
  2. καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;
  1. ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην
  2. ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν
  3. καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος
  4. ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
  1. κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον,
  2. καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας,
  3. (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν,
  4. ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ·
  5. καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
  1. καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος,
  2. αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή,
  3. ἀντιστῆναι ἔναντι ἐχθροῦ,
  4. κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας
  5. καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
  1. καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν
  2. [*](26 δοιη U+05D0* (δωη U+05D0c.ᵃ) A | γενεαν U+05D0A XLVI 1 πολεμω XAC | Ναυη] U+05D0AC ο Ν. U+05D0* (ο του Ν.  U+05D0c.ᵃ) υιος Ν. A | Μωυση  U+05D0 | προφητειας Bedit) | κληρονο- μηση] κατακληρονομηση  U+05D0A 2 τω εκκλιναι] τω εκτιναι  U+05D0* εν τω εκτειναι  U+05D0c.ᵃ (εκτιν.) A | πολις  U+05D0* (.λεις  U+05D0c.a vid) c.c) 3 προτερος U+05D0A | πολεμους U+05D0c.ᵃ | Κυριος] κυ U+05D0c.ᵃA | απηγαγε | A 4 ανεποδισεν] ενεποδισεν U+05D0* (ανεπ. U+05D0c.ᵃ) ενεποδισθη A 5 υψιστον] pr κν U+05D0 | αυτων] αυτου U+05D0A | om εν 2⁰ U+05D0A 6 αυτων] om U+05D0* αυτου U+05D0c.a A 7 Μωσεως A | αυτος] ουτος U+05D0 | om εχθρου U+05D0* (hab U+05D0c.a))
    742
    [*](B)
  3. ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν,
  4. εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν,
  5. εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
  1. καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν.
  2. καὶ ἕως γήρους διέμεινεν αὐτῷ,
  3. ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς.
  4. καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·
  1. ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ἰσραὴλ
  2. ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.
  1. καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι,
  2. ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία
  3. καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου,
  4. εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·