Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν,
- ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
- Ἀβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν,
- καὶ οὐχ ἐρέθῃ ὅμοιος ἐν τῇ δόξῃ,
- ὃς συνετήρησεν νόμον Ὑψίστου,
- καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ,
- (21)καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην,
- καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·