Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν
- ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
- (2)Ἰᵇάνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν
- καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.
- ὦ θανατε, καλ0ν σου τὸ κρίμα ἐστὶν
- ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
- (4)ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων,
- καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονὴν.
- μὴ εὐλαβοῦ κρίμα θανάτου,
- μνήσθητι προτέρων σου καὶ ἐσχάτων·
- τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί,
- (6)καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίὰ Ὑψίστου;
- εὗτε δέκα εἴτε ἑκατὸν εἶτε χίλια ἔτη,
- (7)οὐκ ἔστιν ἐν 4δοῦ ἐλεγμὸς ζωῆς.
- τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν,
- καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·
- τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία,
- καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
- πατρὶ ἀσεβεῖ μέμψεται τέκνα,
- ὅτι δι αὐτὸν ὀνειδισθήσονται.
- οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς,
- οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου·
- καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε,
- καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
- πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται,
- οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν.
- πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, [*](29 διαλογισμῷ U+05D0 | αλισγησει] αλγησει Ν | την ψυχην] om την ΝA ΝAC 30 απαιτησις Ν XLI 1 αυτου] αυτω U+05D0 | πασι C | επιδεξασθαι] δεξασθε U+05D0 2 καλον] pr ως U+05D0c.a | επιδεουμενω A | ισχυι] pr εν ΝA | περι παντων] pr και Ν* (improb και U+05D0c) 4 το κριμα] om το AC | om εν 1⁰ U+05D0* (hab εν U+05D0c.a (vid)) 5 βδελυκτα] βδελυρα NAC 6 ενδελεχει A 7 μεμφε(ται) C 8 εγκατε- λειπετε] εγκατελιπετε BᵇΝ (ενκ.) εγκατελειπατε C | om θεου Ν 10 απε- λευσονται C | απωλειαν Bᵇ⁽vid⁾ AC 11 σωματι U+05D0* (-μασιν U+05D0c.a))
- ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
730
[*](Β)- φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
- ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
- ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
- καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
- παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
- σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
- τίς ὠφελία ἐν ἀμφοτέροις;
- κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
- ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
- τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
- (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
- καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
- αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας,
- καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
- ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας,
- ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
- (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,
- καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς,
- καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης,
- καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους,
- ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,
- καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
- ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,