Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει,
  2. καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
  1. πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
  2. καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
  1. χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται,
  2. καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
  1. ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
  2. οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
  1. ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος,
  2. καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·
[*](3 ἐν δοξη] εὐδόξου ΝΑ | om και 1⁰ A | εως τεταπεινωμένου] ωστε ταπει- U+05D0AC νουμενου A 4 υακινθινον U+05D0Α | εως] ως C 5 om και 2⁰ U+05D0c | μηνι- αμα] μηνιμα U+05D0Α μηνεις C | ερεις C | κοιτης] της non inst Bᵇ | νυκτος] και νυξ U+05D0* (νυκτ. U+05D0c.a) 6 ορασει B*c] θρασει Bᵃ? ᵇ | απο προσωπου πολεμου εκπεφευγως 7 αποθαυμαζων] αποθαυμαζοντων U+05D0c.a 8 om και επι αμαρτωλων...προς ταυτα C 9 και ερις και αιμα U+05D0 | ερις] εις (sic) C ρομφαια] +επαγωγαι λειμος (λιμ. Bᵇ AC) και συντριμμα και μαστιξ Bᵃᵇᵐᵍ sup U+05D0c.a AC επαγ. λειμος συντρ. και μαστιγες U+05D0* 10 πανια ταυτα U+05D0 11 αναστρεψει A 14 συντελιαν C | εκλειψουσιν BᵃᵇC (εκλιφ. B *U+05D0 εκθλιψουσιν A 15 ακαθαρτοι] καθαρτοι sup ras Bᵃᵇ)
728
[*](B)
  1. ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ
  2. πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
  1. χάρις ὡς παράδεισος ἐν εὐλογίαις,
  2. καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
  1. ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται,  
  2. καὶ ὑπέρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
  1. τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα.
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
  1. οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν,
  2. καὶ ὑπέρ ἀμφότερα ἀγάπησις σοφίας.
  1. αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
  2. καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.
  1. χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου,
  2. καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.
  1. φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
  1. ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως.
  2. καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.
  1. χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.
  1. χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν,
  2. καὶ ὑπέρ ἀμφότερα φόβος Κυρίου·
  3. (27)οὐκ ἔστιν φόβῳ Κυρίου ἐλάττωσις,
  4. καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
  1. φόβος Κυρίου ὡς παράδεισος εὐλογίας,
  2. καὶ ὑπέρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
  1. τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς·
  2. κρεῖσσον ἀποθανεῖν ἡ ἐπαιτεῖν.
  1. ἀὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν,
  2. [*](ΝΑC)[*](16 αχει] αχι A even in C | χειλους] χιλος A 17 παραδεισον U+05D0* (-σος U+05D0¹c.a) | ελεημοσυνη] pr εν U+05D0* (inprob εν U+05D0c.a) | διαμενει] μενει C 16 αμ- φοτερα ο ευρ.] om ο U+05D0* (hab ο U+05D0c.a) αμφοτερας ευρ. A 20 αγαπήσεις σοφιαν sup ras U+05D0¹ ευρησις σοφ. C 22 ο οφθαλμος σου] οφθαλμος A οφθ. σου E | χλοη C | σπορμου U+05D0* (σπορου U+05D0c.a) 23 εταιρος] ετερος C | μετα] μετ A 24 αδελφοι] pr και B (om και U+05D0c.a) | βοηθεια] β sup litur in B | ρυεται U+05D0AC 25 γυνη] βουλη BᵃᵇΝAC 26 ανυψωσουσιν] ανυ- ψουσιν U+05D0¹c.a (ανουψουσ. Ν*) A | Κυριου 1⁰] θῦ U+05D0* (κυ U+05D0c.a) | φοβω] pr εν ΝAC | Κυριου 2⁰] θυ Ν* (κυ U+05D0c.a) | επιζητησοι εν αυτω βοηθειαν] εν αυτω ζητησαι β. C 27 πασον] αμφοτερα C | εκαλυψεν U+05D0A 28 κρεισσον (-σσων B)] +γαρ U+05D0c.a 29 βλεπων] incep τρ U+05D0* (improb τρ U+05D0¹ postea ras))
    729
  3. οὐκ ἔστιν αὐτοῦ ὁ βἰος ἐν λογισμῷ ζωῆς,
  4. [*](B)
  5. ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις·
  6. (31)ἀνήρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
  1. ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις,
  2. καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.