Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει,
  2. καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ἁπ ἐν ἡμέρᾳ σκοπιᾶς·
  3. (7)τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ,
  4. ὡς ἐκπεφευγῶς ἀπὸ προσώπου πολέsμοο·
  1. ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη,
  2. καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
  1. μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους,
  2. καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
  1. θάνατος καὶ αἷμα καὶ ἔρις καὶ όομφαία,
  1. ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα,
  2. καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
  1. πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει,
  2. καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
  1. πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται,
  2. καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
  1. χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται,
  2. καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
  1. ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται,
  2. οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
  1. ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος,
  2. καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·
[*](3 ἐν δοξη] εὐδόξου ΝΑ | om και 1⁰ A | εως τεταπεινωμένου] ωστε ταπει- U+05D0AC νουμενου A 4 υακινθινον U+05D0Α | εως] ως C 5 om και 2⁰ U+05D0c | μηνι- αμα] μηνιμα U+05D0Α μηνεις C | ερεις C | κοιτης] της non inst Bᵇ | νυκτος] και νυξ U+05D0* (νυκτ. U+05D0c.a) 6 ορασει B*c] θρασει Bᵃ? ᵇ | απο προσωπου πολεμου εκπεφευγως 7 αποθαυμαζων] αποθαυμαζοντων U+05D0c.a 8 om και επι αμαρτωλων...προς ταυτα C 9 και ερις και αιμα U+05D0 | ερις] εις (sic) C ρομφαια] +επαγωγαι λειμος (λιμ. Bᵇ AC) και συντριμμα και μαστιξ Bᵃᵇᵐᵍ sup U+05D0c.a AC επαγ. λειμος συντρ. και μαστιγες U+05D0* 10 πανια ταυτα U+05D0 11 αναστρεψει A 14 συντελιαν C | εκλειψουσιν BᵃᵇC (εκλιφ. B *U+05D0 εκθλιψουσιν A 15 ακαθαρτοι] καθαρτοι sup ras Bᵃᵇ)
728
[*](B)
  1. ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ
  2. πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
  1. χάρις ὡς παράδεισος ἐν εὐλογίαις,
  2. καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
  1. ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται,  
  2. καὶ ὑπέρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
  1. τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα.
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
  1. οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν,
  2. καὶ ὑπέρ ἀμφότερα ἀγάπησις σοφίας.
  1. αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
  2. καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.
  1. χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου,
  2. καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.
  1. φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
  1. ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως.
  2. καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.
  1. χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
  2. καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.