Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γίνου ὀρφανοῖς ὡς πατήρ,
  2. καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν·
  3. (11)καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου,
  4. καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.
  1. Ἡ σοφία υἱοὺς ἑαυτῇ ἀνύψωσεν,
  2. καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν.
  1. ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν,
  2. καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται
  3. εὐφροσύνης·
  1. ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν,
  2. καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος·
  1. οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ,
  2. καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος·
  1. ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη,
  2. καὶ ὁ προσελθὼν αὐτῇ κατασκηνώσει πεποιθώς.
  1. ἐὰν ἐμπιστεύσῃς, κατακληρονομήσεις αὐτήν,
  2. καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
  1. ὅτι διεστραμμένως πορεύεται μετʼ αὐτοῦ ἐν πρώτοις,
  2. [*](5 δεομενου] προσδεομενου U+05D0* (improb προσ U+05D0c.ᵃ) | καταρασασθαι] σ 2⁰ sup U+05D0AC ras B¹?vid 6 επακουσεται] εισακουσεται U+05D0C 7 συναγωγη] pr εν C | μεγιστανι] πρεσβυτερω U+05D0 c.ᵃ 8 ante εν 2 litt ras C? 9 κρινειν] κρνε- σθαι U+05D0 11 εαυτη] αυτης U+05D0AC 12 ορθιζοντες C* (ορθρ. Cᵃ) 13 ευ- λογησει] ευλογει U+05D0AC 14 λειτουργησουσιν] ειτουργησουσ sup ras ut vid C¹ | ο κυριος] om ο U+05D0C 15 υπακουων] εισακουων U+05D0 | προσελθων] προσ- εχων U+05D0ΑC 16 εμπιστευση BᵇU+05D0 σε AC (ενπ.) | κατακληρονομησει U+05D0AC αυτου] αυτης U+05D0* (-του U+05D0a.c) 17 δαστραμμενης C | πορευσεται U+05D0c.ᵃACᵛⁱᵈ (πορευεσται))
    652
    [*](B)
  3. (19)φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπʼ αὐτόν,
  4. καὶ βασανίσει αὐτὸν ἐν παιδίᾳ αὐτῆς,
  5. ἕως οὗ ἐνπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ·
  6. καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
  1. καὶ πάλιν ἐπανήξει κατʼ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ
  2. αὐτόν,
  3. (21)καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
  1. ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν,
  2. καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
  1. Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ,
  2. (²⁴)καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·