Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς,
  2. καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.
  1. ψυχὴν πεινῶσαν μὴ λυπήσῃς,
  2. καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
  1. καρδίαν παροργισμένην μὴ προσταράξῃς,
  2. καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
  1. ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου,
  2. [*](U+05D0ΑC)[*](23 υπεδειχθη] υπεδοθη C 24 υποληψις A | om και U+05D0* (hab κ U+05D0c.ᵃ) ωλισθησεν διανοιας] ωλισθη εν διανοια A*ᵛⁱᵈ ωλσθησεν διανοιαν U+05D0Aᵃ 26 και ο αγαπων...επ εσχατων (1⁰)] καοδια σκληρα (1⁰)...εμπεσειται U+05D0c.ᵃ | εν αυτω] εαυτω U+05D0* (εν αυτ. U+05D01c.ᵃ) | εμπεσειται] απολειται U+05D0AC (.λιτε) | καρδια...επ εσχατω (2⁰) unc incl B¹?ᵃᵇ om U+05D0AC 27 28 inter βαρυνθησεται et φυτον ras plus quam 3 stichos Cᵃ 27 αμαρτιαις] μαρ sup ras B¹fort αμαρ- τιας U+05D0* (-τισις U+05D0c.ᵃ) 28 υπεηοηφανων Cᵃ | ιασις (-σεις A)] + οδοιποριαι αυταυ εκριζωθησονται C* ᵛⁱᵈ | ερριζωσεν] ερριζωσεν C | om εν C 29 παρα- βολην] εν παραβολη U+05D0* (παραβολην U+05D0c.ᵃ ) 30 εξιλασκεται C 31 πτω- σεως] +αυτου U+05D0AC IV 1 τεκνον sup ras U+05D01 2 λυπησης sup ras Aᵇ απορεια B* ras aliq B? ( -ρια Bᵇ) A 3 καρδιαν sup ras B | παρωργισμε- νην U+05D0A | προσταραξης] ς sup ras 3 ut vid litt in A)
    651
  3. καὶ μὴ ἀποστρέψῃς τὸ πρόσαωπόν σου ἀπὸ πτωχοῦ.
[*](B)
  1. ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν,
  2. καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε·
  1. καταραωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ,
  2. τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.
  1. προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει,
  2. καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.
  1. κλῖνον πτωχῷ τὸ οὖς σου,
  2. καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳύτητι.
  1. ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος,
  2. καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.