Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ·
  2. (23)οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.
  1. ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου·
  2. (25) πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
  1. πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,
  2. καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.
  1. καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται·
  2. καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων,
  3. καρδία σκληρὰ βαρυνθήσεται ἐπʼ ἐσχάτων.
  1. καρδία σκληρὰ βαρυνθήσεται πόνοις,
  2. καὶ ὁ ἁμαρταυλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.
  1. ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις,
  2. φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.
  1. καρδία συνετοῦ διανοηθήσεται παραβολήν,
  2. καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
  1. πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ,
  2. καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.
  1. ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα,
  2. καὶ ἐν καιρῷ πτώσεαως εὑρήσει στήριγμα.