Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρς,
  2. ὅτι πάσης σοφίας ἐστερήθη.
  1. ατιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ.
  2. καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.
  1. ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει,
  2. καὶ οἵ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.
  1. ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας,
  2. καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.
  1. ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν.
  2. καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.
  1. ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν,
  2. καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.
  1. τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχὴν σου,
  2. καὶ δὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·
  1. σὺ γὰρ πάντα πᾶσιν συμφέρει,
  2. καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ
  1. μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ,
  2. καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·
  1. ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος,
  2. καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας·
  1. δἰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν,
  2. ὁ δὲ προσέχων προσθήσει ζωήν.
  1. ίμα 1Τἰατρὸν πρὸς τὰς χρείας τιμαίς αὐτοῦ,
  2. καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος·
  1. παρὰ γὰρ Γψἰστου ἐστὶν ἴασις,
  2. καὶ παρὰ βασιλέως λήμψεται δόμα.
  1. ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ,
  2. καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
  1. Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα.
  2. καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
[*](U+05D0ΑC)[*](20 ουτος] και αυτος C | τροφης] σοφιας Ν* (τροφ. U+05D0c.a) 21 πασσης C* (σ 2⁰ ras C?vid) 22 στοματι U+05D0 24 ενπλησθησεται A | om και A 26 ζησεται] ζησει A 27 τηζωη] om τη U+05D0AC | αυτη 2⁰] αυτω C 28 πασι U+05D0c | om εν παντι  C 29 τρυφη] ψυχη C 30 πονος] νοσος U+05D0A | απλη- στεια B (τια Bᵇ) 31 οι δια U+05D0A | απληστειαν B* (τιαν Bᵇ) U+05D0CA XXVIII 1 τιμα] π inceb U+05D0* vid | χρειας] + αυτου U+05D0A | om τιμαις αυτου U+05D0c.a | Κυριος] pr ο U+05D0 2 om γαρ B (superscr U+05D01 (vid) 3 ιατρου] καιρου U+05D0* (ιατρ. U+05D0c.a) | κεφαλην] pr την)
721
  1. οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ
  2. [*](B)
  3. (6)εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
  1. καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην
  2. ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·
  1. ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἤρεν τὸν πόνον αὐτοῦ,
  1. μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα·
  2. καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ,
  3. (8)καὶ εἰρήνη παρʼ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
  1. τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε,
  2. ἀλλ εδξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε