Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμίν,
- οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
- καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν,
- ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε.
- ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια,
- δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
- ἔγειρον θυμὸν καὶ ἔκχεον ἀργήν,
- ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.
- σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ,
- καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
717
- ἐν ἀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, [*](B)
- καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εῦροισαν ἀπώλειαν.
- σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν,
- λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν.
- σύναγε πάσας φυλὰς Ἰακώβ,¶
- bκαὶ κατακληρονομήσεις αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς.
- ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου,
- καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.
- οἰκτείρησον πόλιν ἁγιάσματός σου,
- Ἰερουσαλήμ, πόλιν καταπαύματός σου·
- πλῆσον Σιὼν ἀρεταλογίας σου,
- καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
- δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου,
- καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·
- δὸς μισθὸν τοῖς ὑπομένουσίν σε,
- καὶ οἱ προφῆταί σου ἐμπιστευθήταωσαν.
- κἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου
- (19)κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου,
- καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς
- ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων.
- Τᾶν βρῶμα φάγεται κοιλία,
- ἔστιν δὲ βρῶμα βρώματος κάλλιον.
- φάρυγξ γεύεται βρώματα θήρας.
- οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
- καρδία στρεβλὴ δώσει λύπην,
- καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.