Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον,
- καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·
- ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου,
- καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
- δὸς Γψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ,
- καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθʼ εὕρεμα χειρός·
- ὅτι Κύριος ἀνταποδιδοὺς ἐστιν,
- καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι.
- μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται
- καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ,
- ὅτι Κύριος κριτής ἐστιν,
- καὶ οὐκ ἔστιν παρʼ αὐτῷ δόξα προσώπου.
- οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοί,
- καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
- οὐ μὴ ὑπερίδῃ ἱκετἰαν ὀρφανοῦ,
- καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.
- οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει,
- καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
- θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται,
- καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·
716
[*](B)- προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν,
- καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
- καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,
- καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. [*](§ C)
- καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ
- οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς,
- ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,
- καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν·
- ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
- καὶ σκῆπτρα ἀδίκαων συντρίψει·
- ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ,
- καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
- ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
- καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
- ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ,
- ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας
- Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,
- καὶ ἐπίβλεψον,
- (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
- ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια,
- καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.