Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,
  1. καὶ ἐπίβλεψον,
  2. (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
  1. ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια,
  2. καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
  1. ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμίν,
  2. οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
  1. καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν,
  2. ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε.
  1. ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια,