Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί,
  2. καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
  1. ὁὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον,
  2. οὕτως ὁ ἐπέχων ἐνυπνίοις·
  1. τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων,
  2. κατέναντι προσώπου ἁμοίαομα προσώπου.
  1. ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται;
  2. καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσεις
  1. μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν,
  2. (6)καὶ ὡς ὠδινούσης φαντάζεται καρδία
  1. ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ,
  2. μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
  1. πολλοὺς ἐπλάνησεν τὰ ἐνύπνια,
  2. καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.
  1. ἄνευ ψεύδους συντελεσθήσεται νόμος,
  2. καὶ σοφία στόματι πιστῷ τελείωσις.
  1. Ἀνήρ πεπαιδευμένος ἔγνω πολλά,
  2. καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
  1. ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,
  1. δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
  1. πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου,
  2. καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·