Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἕως ἔτι ζῆς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ
  2. σαρκί.
  1. κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου
  2. ἡ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
  1. ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγαν,
  2. μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
  1. ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου
  2. καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
  1. χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ,
  2. ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
  1. ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν·
  2. ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.
  1. ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον,
  2. καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·
  1. μβαλε αὐτὸν εἰς ἐργασίαν, ἴνα μὴ ἀργῇ.
  1. πολλὴν γαρ κακίαν ἐδίδαξεν ἡ ἀργία·
  1. εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ,
  2. κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.
  3. καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί,
  4. καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
  1. τἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ,
  2. ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν·
  3. [*](U+05D0ΑC)[*](26 εκοπιασατε C | αλλα] + κ U+05D0c.a | πασι C | ζητουσιν (-σι C)] εκζητουσιν U+05D0c.a | παιδειαν (-διαν U+05D0A)] σοφιαν C 27 οι ηγουμενοι] om οι U+05D0 29 παση] pr εν U+05D0c.a aAC 31 πασιν U+05D0Α | υπεραγων] επερανω C | μη] pr κ U+05D0c.a 32 συντελιας C 33 χορτασματα] χορτασμα A pr περι δουλων C man satis ant*mg | αρτος] pr πε δόυλω Bᵃ?ᵇ? | παιδια U+05D0 (πεδ.) A | om και 4⁰ U+05D0* (hab U+05D0c.a) 34 ζητησεις U+05D0*A* (σει U+05D0c.a A?) C*fort (τησει ελευθ. sup ras Cᵃ) 35 τραχηλον καμψουσῖ| U+05D0Α τραχ. καμπτουσιν C 37 πολλη C* (ν superscr C?vid) 38 om αυτου BᵃᵇU+05D0* (hab U+05D0c.a) AC | εν] επι U+05D0AC 39 συ] σοι)
    713
  4. εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς σεαυτόν,
  5. [*](B)
  6. ὅτι ὡς ἡ ψυχή σου ἐπιδέησις αὐτῷ·
  1. ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρῶ,
  2. (33)ἐν ποἰᾳ ὁδῷ ζητήσεις αὐτόν;