Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου·
  2. γίνου ἐν αὐτοῖς ὡς εἰς ἐξ αὐτῶν,
  3. (2)φρόντισον αὐτῶν καὶ οὕτω κάθισον·
  1. καὶ πᾶσαυ τὴν χρείαν σου ποιήσας ἀνάπεσε,
  2. (3)ἵα εὐφρανθῇς δι᾿ αὐτούς,
  3. καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.
  1. Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι,
  2. (5)ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά.
  1. ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν,
  2. καὶ ἀκαίρως μὴ σοφίζου.
  1. σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ,
  2. σύγκριμα μουσικῶν ἐυ συμποσίῳ οἴυου·
  1. ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου,
  2. μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ.
  1. λάλησον, νεανίσκε, εί χρεία σου,
  2. (¹¹)μόλις δὶς ἐὰν ἐπερωτηθῇς·
  1. κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά·
  2. γίνου ὡς γινόσκων καὶ ἅμα σιωπῶν.
  1. ἐν μέσᾳῳ μεγιστάνων μὴ ἐξισάζου,
  2. καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
  1. πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
  2. καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
  1. ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει.
  2. ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·