Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν,
- ἀνάστα μεσοπορῶν, καὶ ἀναπαύσῃ.
- ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
- καὶ ἐπʼ ἐσχάτῳ εὑρήκεις τοὺς λόγους μου.
- (27)ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής. [*](¶ C)
- καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
- λαμπρὸν ἐπʼ ἄρτοις εὐλογήσει χείλη,
- καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·
- πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις,
- καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
- Ἐν οἴνῳ μὴ ἀνδρίζου.
- πολλοὺς γὰρ ἀπὼλεσεν ὁ οἶνος·
- κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ,
- οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
- ἔφισον ζωῆς οἶνος ἀνθρώπᾳῳ,
- ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ·
- ᵃ³τἰς ζωὴ ἐλασσουμένῳ οἴνῳ
- (35)καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
- ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς
- οἶνος πινόμενος ἐυ καιρῷ αὐτάρκης·
- πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
- ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
- πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα.
- ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
709
- ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, [*](B)
- καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ·
- (42)λόγον ὀνειδισμοῦ μὴ εἶπῃς αὐτῷ,
- καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.