Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ,
- καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
- τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου,
- καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
- κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε,
- καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
- ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται,
- (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·
- ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου·
- ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ
- ἁμαρτίαι.
- ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα,
- καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα
- αὐτοῦ.
- Τέκνον, ἐν πρᾳύτητι τὰ ἔργα σου διέξαγε,
- καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
- ὅσῳ μέγας εἰ, τοσούτῳ ταπεινοῦ σεαυτόν,
- καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν·
- ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου
- καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
- χαλεπώτερά σου μὴ ζήτει. [*](10 om σοι C | προς ατιμιαν (-μειαν U+05D0) BU+05D0AC 11 μητηρ] μητερ A*ᵛⁱᵈ U+05D0ΑC (η 2⁰ sup ras Aᵃ) 16 γηρι Ctxt (- ρει Ccoᵐᵐᵃ) | τη ζωη] παση ισχυι U+05D0* (τη ζ. U+05D0c.ᵃ) | αυτου] σου U+05D0* (αυτ. U+05D0c.ᵃ) 13 καν] και εαν U+05D0AC | απολιπη U+05D0 απολειπης C | συγγνωμην] συlγνωμην A συνγνωμην C | ατιμησης C 14 πατρος] + σου (om σου U+05D0?) | προσανοικοδομησεται U+05D0 15 om σου 1° U+05D0* (superscr U+05D0¹) | αναμνησθησεται] σσησε sup ras A? | επι] εν U+05D0* (επι U+05D0c.ᵃ) | αναλυθησονται] αναφθησονται U+05D0* (αναλυθ. U+05D0c.ᵃ ) 16 ενκαταλιπων U+05D0C | πατερα] μρα C | και κεκατηραμενος] και κατηραμενος (? καικατ.) U+05D0C υπο] παρα A 17 τα εργα σου εν πραατητι A | διεξαγαγε U+05D0* (διεξαγε U+05D0c.ᵃ) 18 χαριν] + πολλοι εισιν υψ ηλοι κ ητιδοξρι· αλλα πραεσιν αποκαλυπτι (-τει U+05D0c.ᵃ) τα μυστηρια αυτου U+05D0c.ᵃ 20 λιφο α U+05D0AC | του κυριου] om του U+05D0AC 21 χαλεπωτερα] βαθυτερα U+05D0c.ᵃ)
- καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε.
650
[*](Β)- ἃ προσετάγη σοι, ταῦτα διανοοῦ·
- (23)οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.
- ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου·
- (25) πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
- πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,
- καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.
- καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται·
- καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων,
- καρδία σκληρὰ βαρυνθήσεται ἐπʼ ἐσχάτων.
- καρδία σκληρὰ βαρυνθήσεται πόνοις,
- καὶ ὁ ἁμαρταυλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.
- ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις,
- φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.
- καρδία συνετοῦ διανοηθήσεται παραβολήν,
- καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.