Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις,
- καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
- οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
- διὰ τοῦτο οὐ σκεπασθήσεται.
- οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
- καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;
- οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
- οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
- οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν,
- καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
- ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
- (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
- Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα,
- καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.
- ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις,
- καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.
- ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·
- καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
- ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων,
- καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ·
- καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
- ὁ δοξάζων πατέρα μακροημερεύσει,
- καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,
- καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
649
- ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, [*](B)
- (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·
- εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων,
- κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.
- μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου,
- οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·