Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα,
  2. καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.
  1. ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις,
  2. καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.
  1. ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·
  1. καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
  1. ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων,
  2. καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ·
  3. καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
  1. ὁ δοξάζων πατέρα μακροημερεύσει,
  2. καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,
  1. καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
[*](U+05D0AC)[*](11 οικτιρμων BᵃᵇU+05D0 | ο κυριος] + μακροθυμος κ πολυελεος U+05D0c.ᵃ | αφησιν C *ᵛⁱᵈ (superscr ι C?) 12 χερσι C 13 ου πιστευει] ουκ εμπιστευει U+05D0 14 απολωλεκοσι U+05D0A | την υπομονην] om την C | ο κυριος] om ο U+05D0* (superscr ο U+05D0¹) 15 Κυριον] pr τον U+05D0c.ᵃC | ουκ απειθησουσιν (-σι C) ρηματων] ουκ απ. των ρ. U+05D0* (improb των U+05D0c.ᵃ ) ζητησουσιν ευδοκιαν A | οδους] εντολας U+05D0c.ᵃ 16 Κυριον] pr τον U+05D0c.ᵃC | του νομου] om του U+05D0C 17 Κυριον] pr τον U+05D0c.ᵃ 18 μεγαλοσυνη C | το ελεος] pr πολυ U+05D0c.ᵃ III 3 εξιλασκεται U+05D0c.ᵃ (εξειλ.) AC 4 ο αποθησαυριζων] om ο ΑC ητερα] μητε sup ras B? 5 υπο τεκνων] επι τεκνοις C | και ως...αυ U+05D0c.ᵃ) unc incl B?¹ᵃ>?ᵇ om U+05D0AC | ο δοξα- ζων] om ο B* (superscr B¹⁽ᵛⁱ)ᵈ) μακροημερευσαι C 7 om εν U+05D0c.ᵃ)
649
  1. ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου,
  2. [*](B)
  3. (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·
  1. εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων,
  2. κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.
  1. μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου,
  2. οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·
  1. ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ,
  2. καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
  1. τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου,
  2. καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
  1. κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε,
  2. καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
  1. ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται,
  2. (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·
  1. ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου·
  2. ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ
  3. ἁμαρτίαι.
  1. ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα,
  2. καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα
  3. αὐτοῦ.
  1. Τέκνον, ἐν πρᾳύτητι τὰ ἔργα σου διέξαγε,
  2. καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
  1. ὅσῳ μέγας εἰ, τοσούτῳ ταπεινοῦ σεαυτόν,
  2. καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν·