Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ,
- ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
- εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον,
- καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
- κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς,
- ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.
- πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι,
- καὶ ἐν ἀλλάγμασιν ταπεινώσεως σου μακροθύμησον·
- ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός,
- καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεαως.
- πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου·
- εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.
- οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ,
- καὶ μὴ ἐκκλινητε, ἵνα μὴ πέσητε.
- οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ,
- καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
- οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ
- καὶ εἰς εὐφροσύυην αἰῶνος καὶ ἐλέους.
- ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε·
- τίς ἐνεπίστευσεν Κυρίῳ καὶ κατῃσχύνθη;
- (12)ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθης
- ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
648
[*](B)- διότι οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριρς,
- καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
- οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις,
- καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
- οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει·
- διὰ τοῦτο οὐ σκεπασθήσεται.
- οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν·
- καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;
- οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
- οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ,
- καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
- οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν,
- καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
- ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων·
- (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.