Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν,
- ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
- χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον,
- καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν
- ἐντολῆς ἀντιλαβοῦ πένητος,
- καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
- ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον,
- καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·
- θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου,
- καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.
- σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου,
- καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·
- ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς
- κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.
- ἀνήρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον,
- καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.
- χάριτας ἐγγύου μὴ ἐπιλάθῃ,
- ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπέρ σοῦ.
- ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός,
- καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
- ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας,
- καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·
- (25)ἄνδρας δυνατοὺς ἀπᾠκισεν,
- καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
704
[*](B)- ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην
- καὶ διώκαων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.
- ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου,
- καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
- Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον,
- καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
- κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
- ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
- ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
- πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
- καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
- ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα,
- καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
- Τάρελθε, πάροικε, κόσμησον τράπεζαν,
- καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·
- ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης,
- ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.