Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ,
  2. καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνὴν·
  3. (6)κρὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον,
  4. [*](U+05D0AC)[*](19 ος 1⁰] pr κ U+05D0c.a | ειλκυσι C | om εν 2⁰ AC 20 χαλκειοι Bα (-κιοι B*U+05D0c.a)] χαλκεοι U+05D0*Α χαλκοι C 22 κρατησει U+05D0 | ου 2⁰] + μή U+05D0ΑC 23 καταλιποντες U+05D0 | Κυριον] θν E | εμπεσειται | εκκαησονται U+05D0 | επαπο- σταλησεται U+05D0AC | om επ U+05D0AC | ωσσπαρδαλις C | λοιμανειται B*U+05D0 (λυμ. BᵇA) 24 κτημα] στομα U+05D0 | χρυσιον] + σου U+05D0C 26 ολισθῃς U+05D0* (-θησις U+05D0c.a) A | εν αυτη] εν αυ sup ras Aᵃ X 1 δανειει Bᵃᵇ | τηρει] ποιει A 2 δανεισον Bᵃᵇ | τον καιρον] om τον U+05D0Α 4 πονον] κοπον U+05D0A 5 χειρας U+05D0 (χιρ.) A | αυτου] σου U+05D0c.)
    703
  5. καὶ ἀποδώσει λόγους ἀκηδίας
  6. [*](B)
  7. καὶ τὸν καιροῦ αἰτιάσεται.
  1. ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ
  2. καὶ λογιεῖται αὐτὸ ὡς εἰρεμα·
  3. (8)εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ,
  4. καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν οὐ δωρεάν·
  5. κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ,
  6. καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.
  1. πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν,
  2. ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
  1. χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον,
  2. καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν
  1. ἐντολῆς ἀντιλαβοῦ πένητος,
  2. καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
  1. ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον,
  2. καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·
  1. θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου,
  2. καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.
  1. σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου,
  2. καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·
  1. ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς
  2. κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.
  1. ἀνήρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον,
  2. καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.