Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. χάριτας ἐγγύου μὴ ἐπιλάθῃ,
  2. ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπέρ σοῦ.
  1. ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός,
  2. καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
  1. ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας,
  2. καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·
  3. (25)ἄνδρας δυνατοὺς ἀπᾠκισεν,
  4. καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
[*](5 ακηδειας B* (.διας Bᵇ) 6 εαν] pr και U+05D0 | κομιειται A | om ου U+05D0A U+05D0c.a Α | λοιδορειας B (ριας Bᵇ) 7 πολλοί] + ουν U+05D0* (ου U+05D0?) A 8 επ] επι A | ελεημοσυνη 8A | παρελκύσεις] μή παρελκύσῃς B A 9 πενητος] πενητ sup ras A⁰ (πτωχοῦ A*ᵛⁱᵈ) | κενὸν] καινὸν Μ 10 απωλειαν BᵃᵇA 11 το χρυσίον] om το A* (superscr Αᵃ?) 12 συγκλεισον Bᵇ | ταμειοις Bᵃᵇ (μιοις Β*U+05D0)])] ταμιείοις Α 13 ολκης ΒΑ*] 0λκης U+05D0A? 14 καταλειψει) ενκαταλειψει Κ (-λιψ.) A 17 ενκαταλειψει U+05D0A)
704
[*](B)
  1. ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην
  2. καὶ διώκαων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.
  1. ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου,
  2. καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
  1. Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον,
  2. καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
  1. κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
  2. ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
  1. ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
  1. πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
  2. καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
  1. ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα,
  2. καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ