Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
  2. ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
  1. ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
  1. πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
  2. καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
  1. ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα,
  2. καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
  1. Τάρελθε, πάροικε, κόσμησον τράπεζαν,
  2. καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·
  1. ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης,
  2. ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.
  1. βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν,
  2. ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ.
  3. Περὶ τέκνων.
  1. Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ,
  2. ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτων αὐτοῦ·
  1. ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ,
  2. καὶ ἀνὰ μέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται·
  1. ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρόν,
  2. καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.
  1. ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὥς οὐκ ἀπέθανεν,
  2. ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετʼ αὐτόν.
[*](U+05D0A)[*](19 εμπεσων] εμπεσειται U+05D0c.a (σιτ.) A | εργολαβιας E | κρισεις BU+05D0c. ᵃ (σις ᵃκ²)] εγγυή) A 21 ὕδωρ κ. αρτος κ. ιματιον] ανᾶῦ αρτος κ. ὕδωρ κ. ιματιό (sup ras) A | ἀσχημοσύνην] + ανδρος Bᵇ ᵈ 22 κρείσσων] κρισσὸν U+05D0* (-σσων U+05D0c.a mox revoc -σσον) | υπο] ο sup ras Bᵃ (υπερ B* fort) 23 εχε] οα1δισμον οἰκείας σου μη ακουσης BS α 24 παροικησεις U+05D0 A | ανοιξεις U+05D0A 25 om εις U+05D0* (hab U+05D0c.a) A | ακουση] ακουειν Ν* (-ση U+05D0c.a) 27 αροικε U+05D0* (παρ. U+05D01) | ξενιας B*ᵇ] οικιας Bb? c?U+05D0A 28 επιτιμησεις U+05D0A | ονιδσμον U+05D0* (σμος U+05D0c.a) | δανειστου Bᵃ?ᵇ XXX 1 ενδελεχησει] λε sup ras B?vid | εσχατω BᵃᵇA 2 ονησεται] αινεθησεται U+05D0c .ᵃ | επ αυτω (1⁰) sup ras Aᵃ 3 εχθρον] + αυτου B (om αυτ. U+05D0c.a) 4 ως ουκ] ουχ (ουκ A) ως U+05D0A | κατελειπεν A | μετ] μεθ A)
705
  1. ἐν τῆ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη,
  2. καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
  1. ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον,
  2. καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
  1. περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ,
  2. καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
  1. §8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός,
  2. [*](§C)
  3. καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
  1. τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε,
  2. σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
  1. μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
  2. καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
  1. μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
  1. ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος,
  2. μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
  1. παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
  2. ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.