Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον,
- καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.
- δάνισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ,
- καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·
- στερέωσον λόγον καὶ πιστώθητι μετʼ αὐτοῦ,
- καὶ ἐν παντὶ καιρῷ εὑρήκεις τὴν χρείαν σου.
- εςολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος,
- καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς.
- ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ,
- καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνὴν·
- (6)κρὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, [*](U+05D0AC)[*](19 ος 1⁰] pr κ U+05D0c.a | ειλκυσι C | om εν 2⁰ AC 20 χαλκειοι Bα (-κιοι B*U+05D0c.a)] χαλκεοι U+05D0*Α χαλκοι C 22 κρατησει U+05D0 | ου 2⁰] + μή U+05D0ΑC 23 καταλιποντες U+05D0 | Κυριον] θν E | εμπεσειται | εκκαησονται U+05D0 | επαπο- σταλησεται U+05D0AC | om επ U+05D0AC | ωσσπαρδαλις C | λοιμανειται B*U+05D0 (λυμ. BᵇA) 24 κτημα] στομα U+05D0 | χρυσιον] + σου U+05D0C 26 ολισθῃς U+05D0* (-θησις U+05D0c.a) A | εν αυτη] εν αυ sup ras Aᵃ X 1 δανειει Bᵃᵇ | τηρει] ποιει A 2 δανεισον Bᵃᵇ | τον καιρον] om τον U+05D0Α 4 πονον] κοπον U+05D0A 5 χειρας U+05D0 (χιρ.) A | αυτου] σου U+05D0c.)
- καὶ ἀποδώσει λόγους ἀκηδίας [*](B)
- καὶ τὸν καιροῦ αἰτιάσεται.
703
- ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ
- καὶ λογιεῖται αὐτὸ ὡς εἰρεμα·
- (8)εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ,
- καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν οὐ δωρεάν·
- κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ,
- καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.
- πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν,
- ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
- χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον,
- καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν
- ἐντολῆς ἀντιλαβοῦ πένητος,
- καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
- ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον,
- καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·
- θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου,
- καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.
- σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου,
- καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·
- ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς
- κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.
- ἀνήρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον,
- καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.
- χάριτας ἐγγύου μὴ ἐπιλάθῃ,
- ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπέρ σοῦ.
- ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός,
- καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
- ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας,
- καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·
- (25)ἄνδρας δυνατοὺς ἀπᾠκισεν,
- καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
704
[*](B)- ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην
- καὶ διώκαων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.
- ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου,
- καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
- Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον,
- καὶ οἶκος καλύπτων ἀσχημοσύνην.