Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου,
- καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
- Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον,
- καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
- κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν
- ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
- ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
- πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν,
- καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
- ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα,
- καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
- Τάρελθε, πάροικε, κόσμησον τράπεζαν,
- καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·
- ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης,
- ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.
- βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν,
- ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ.
- Περὶ τέκνων.
- Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ,
- ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτων αὐτοῦ·
- ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ,
- καὶ ἀνὰ μέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται·
- ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρόν,
- καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.
- ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὥς οὐκ ἀπέθανεν,
- ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετʼ αὐτόν.
705
- ἐν τῆ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη,
- καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
- ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον,
- καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
- περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ,
- καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
- §8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός, [*](§C)
- καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
- τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε,
- σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
- μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς,
- καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
- μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·