Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους,
  2. καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐκβάλλει διαβολήν.
  1. κατὰ τὴν ὕλην πυρὸς οὕτως ἐκκαυθήσεται,
  2. κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται·
  3. καὶ κατὰ τὸν πλούτου ἀνυψώσει ὀργὴν αὐτοῦ,
  4. καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήrτεται.
  1. ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
  2. καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.
  1. ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται,
  2. καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται·
  3. καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
  1. ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε,
  2. πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.
  1. γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν
  2. καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος,
  3. (17)καὶ πόλεις ὀχυρὰς καθεῖλεν,
  4. καὶ οἰκίας μεγιστάνων κατέστρεψεν·