Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς,
- καὶ λυσιτελὴς μᾶλλον ὁ ἄδης αὐτῆς.
- οὐ μὴ κρατήσῃ εὐσεβῶν,
- καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται·
- οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν,
- καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ·
- ἐξαποσταλήσεται ἐπʼ αὐτοῖς ὡς λέων,
- καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
- δὲ, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις,
- (29)τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
- καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν,¶
- καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.
- πρόσεχε μὴ πως ὀλισθήσῃς ἐν αὐτῇ,
- μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.