Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
- καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.
- ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται,
- καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται·
- καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
- ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε,
- πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.
- γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν
- καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος,
- (17)καὶ πόλεις ὀχυρὰς καθεῖλεν,
- καὶ οἰκίας μεγιστάνων κατέστρεψεν·
- γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν,
- καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν·
- ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν,
- οὐδὲ κατασκηνάσει μεθʼ ἡσυχίας.
- πληγὴ μάστιγος ποιεῖ μώλωπας,
- πληγὴ δέ γλώσσης συνκλάσει ὀστᾶ.
- ὅλοι ἔπεσαν ἐν στόματι μαχαίρας.
- καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
- μακάριος ὁ σκεπασθεὶς ἀπʼ αὐτῆς, [*](9 om και 1⁰...φίλους * (hab ᵃ⁽ᵐᵍ) | ταραξει] κακοι Cᵃ | ἐκβαλλει] U+05D0ΑC εμβαλει U+05D0Α 10 πυρος] pr του U+05D0c.a | κατα τήν ισχυν...εκκαυθησεται] καί κατα την στερεωσιν...εκκαυθησεται | + και U+05D0| κατα την ισ χυν...οργην αυτου U+05D0AC | om εσται C | πλουτον] + αυτου U+05D0 | μαχης] σου ουτως U+05D0 10 11 κατα την ισχυν...εκκαιει πυρ sup ras ᵃ 11 εκχεαι U+05D0 12 φυση- σησπινθ. U+05D0* (φυσήσῃς σπινθ. U+05D0c.a) | σπινθηρα (ante ν ras 1 lit Ιν fort) A)] pr εις AC | πτυσις C | επ] εις A¹ | εκπορευεται] εξελευσεται U+05D0 εξελευσονται C 13 καταρασθε σθαι U+05D0c.a)] καταρασασθαι U+05D0*c σασθε A | απωλεσο) A 14 γλωσσα τρίτη] adnot τετρυπημένη| γλῶσσα τρητή Bᵃ αᵐᵍ sup | εθνους] εθνος U+05D0* (-θνους U+05D0c.a) | πολις 15 ανδριας C | εστερησεν BᵃᵇC εστερεσαν A 17 μωλωπα U+05D0AC | συγκλασει BᵃᵇAC 18 μαχαιρας] ρομφαιας C | οι πεπτω- κοτες] ο πεπτωκως A)
- ὁς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς,
- ὁς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς,
- καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·
702
[*](B)- ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς.
- καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκεῖοι·