Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν,
- καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
- ἄφες ἀδίκημα τῷ πλησίον σου,
- καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
- ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν,
- καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν
- ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
- καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
- αὐτὸς σὰρξ ὧν διατηρεῖ μῆνιν,
- τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
- μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων,
- (7)καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
- μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον,
- (9)καὶ διαθήκην Ὑψίστου, καὶ πάριδε ἄγνοιαν.
- Ἀπόσχου ἀπὸ μάχης. καὶ ἐλαττώσεις ἁμαρτίας· [*](U+05D0AC)[*](24 ωμοιωσα BᵇAC | αυτω] αυτοις A | μισησει] μεισει B (μεισησει U+05D0c.a) C (μισ.) εμισει A 25 ο βαλλων] om ο A | διελει] ελει A (superscr δι Aa? 26 αυτη] ταυτη N* (αυτ. U+05D0c.a 27 om ο ποιων...κυλισθησεται C | αυτον] αυτα U+05D0c.a A 28 ονειδισμος] ὀνιδος U+05D0 29 παγιδα A* (δι A) | του θανατου] om του U+05D0* (hab τ, U+05D0c.a) | ουτων] αυτου 30 om και 2⁰ U+05D0 | εγκρατης εσται] εγκρατησεται Β* fort C XXVII 1 διαστηρισει ( ρησει C)] διαστηριει U+05D0* (-ρισει U+05D01) 2 αδικηματα U+05D0 | δεηθεντος] incep εδ U+05D0* (im- prob ε U+05D0c.a) 4 ομοιον] pr τον U+05D0* (om τον U+05D0c.a) 7 πλησιον] + σου U+05D0 8 αποσχου] απολιπε B | μαχης] μεθης U+05D0c.a | ελαττωσις U+05D0C)
- Μνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην.
701
- καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους,
- καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐκβάλλει διαβολήν.
- κατὰ τὴν ὕλην πυρὸς οὕτως ἐκκαυθήσεται,
- κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται·
- καὶ κατὰ τὸν πλούτου ἀνυψώσει ὀργὴν αὐτοῦ,
- καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήrτεται.