Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πολλὰ ἐμίσησα καὶ οὐχ ὀμοίωσα αὐτῷ,
  2. καὶ ὁ κύριος μισήσει αὐτόν.
  1. ὁ ββάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει,
  2. καὶ πληγὴ δολία διελεῖ τραύματα.
  1. ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται,
  2. καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται·
  1. ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται,
  2. καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.
  1. ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων,
  2. καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.
  1. παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν,
  2. καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.
  1. Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα,
  2. καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.
  1. ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν,
  2. καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
  1. ἄφες ἀδίκημα τῷ πλησίον σου,
  2. καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
  1. ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν,
  2. καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν
  1. ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος,
  2. καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
  1. αὐτὸς σὰρξ ὧν διατηρεῖ μῆνιν,
  2. τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
  1. μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων,
  2. (7)καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
  1. μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον,
  2. (9)καὶ διαθήκην Ὑψίστου, καὶ πάριδε ἄγνοιαν.
  1. Ἀπόσχου ἀπὸ μάχης. καὶ ἐλαττώσεις ἁμαρτίας·
  2. [*](U+05D0AC)[*](24 ωμοιωσα BᵇAC | αυτω] αυτοις A | μισησει] μεισει B (μεισησει U+05D0c.a) C (μισ.) εμισει A 25 ο βαλλων] om ο A | διελει] ελει A (superscr δι Aa? 26 αυτη] ταυτη N* (αυτ. U+05D0c.a 27 om ο ποιων...κυλισθησεται C | αυτον] αυτα U+05D0c.a A 28 ονειδισμος] ὀνιδος U+05D0 29 παγιδα A* (δι A) | του θανατου] om του U+05D0* (hab τ, U+05D0c.a) | ουτων] αυτου 30 om και 2⁰ U+05D0 | εγκρατης εσται] εγκρατησεται Β* fort C XXVII 1 διαστηρισει ( ρησει C)] διαστηριει U+05D0* (-ρισει U+05D01) 2 αδικηματα U+05D0 | δεηθεντος] incep εδ U+05D0* (im- prob ε U+05D0c.a) 4 ομοιον] pr τον U+05D0* (om τον U+05D0c.a) 7 πλησιον] + σου U+05D0 8 αποσχου] απολιπε B | μαχης] μεθης U+05D0c.a | ελαττωσις U+05D0C)
    701
  3. Μνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην.
[*](B)
  1. καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους,
  2. καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐκβάλλει διαβολήν.
  1. κατὰ τὴν ὕλην πυρὸς οὕτως ἐκκαυθήσεται,
  2. κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται·
  3. καὶ κατὰ τὸν πλούτου ἀνυψώσει ὀργὴν αὐτοῦ,
  4. καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήrτεται.
  1. ἔρις κατασπευδομένη ἐκκαίει πῦρ,
  2. καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.
  1. ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται,
  2. καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται·
  3. καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
  1. ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε,
  2. πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.